Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.262 Joseph. AJ 10.266 (English) >>Joseph. AJ 10.269

10.264ὢν δὲ οὕτως ἐπίσημος καὶ λαμπρὸς ἐπὶ δόξῃ τοῦ θεοφιλὴς εἶναι Δανίηλος ᾠκοδόμησεν ἐν Ἐκβατάνοις τῆς Μηδικῆς βάριν εὐπρεπέστατόν τι κατασκεύασμα καὶ θαυμασίως πεποιημένον, μέχρι δεῦρο μὲν ἔστι καὶ σώζεται, τοῖς δʼ ὁρῶσι δοκεῖ προσφάτως κατεσκευάσθαι καὶ ἐπʼ αὐτῆς ἐκείνης ἧς ἕκαστος αὐτὴν ἡμέρας ἱστορεῖ γεγονέναι· οὕτως νεαρὸν αὐτῆς καὶ ἀκμαῖον τὸ κάλλος καὶ μηδαμοῦ γεγηρακὸς ὑπὸ τοσούτου χρόνου· 10.265πάσχει γὰρ καὶ τὰ κατασκευάσματα ταὐτὸν ἀνθρώποις καὶ πολιοῦται καὶ τὴν ἰσχὺν λυόμενα ὑπὸ τῶν ἐτῶν καὶ τὴν εὐπρέπειαν μαραινόμενα. θάπτουσι δʼ ἐν τῇ βάρει τούς τε Μήδων βασιλέας καὶ Περσῶν καὶ Πάρθων ἄχρι τοῦ δεῦρο, καὶ ταύτην πεπιστευμένος Ἰουδαῖός ἐστιν ἱερεὺς καὶ τοῦτο γίνεται μέχρι τῆς σήμερον ἡμέρας. 10.266ἄξιον δὲ τἀνδρὸς τούτου καὶ μάλιστʼ ἂν θαυμάσαι τις ἀκούσας διελθεῖν· ἀπαντᾷ γὰρ αὐτῷ παραδόξως ὡς ἑνί τινι τῶν μεγίστων καὶ παρὰ τὸν τῆς ζωῆς χρόνον τιμή τε καὶ δόξα παρὰ τῶν βασιλέων καὶ τοῦ πλήθους, καὶ τελευτήσας δὲ μνήμην αἰώνιον ἔχει. 10.267τὰ γὰρ βιβλία, ὅσα δὴ συγγραψάμενος καταλέλοιπεν, ἀναγινώσκεται παρʼ ἡμῖν ἔτι καὶ νῦν καὶ πεπιστεύκαμεν ἐξ αὐτῶν, ὅτι Δανίηλος ὡμίλει τῷ θεῷ· οὐ γὰρ τὰ μέλλοντα μόνον προφητεύων διετέλει, καθάπερ καὶ οἱ ἄλλοι προφῆται, ἀλλὰ καὶ καιρὸν ὥριζεν, εἰς ὃν ταῦτα ἀποβήσεται·


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 10.262 Joseph. AJ 10.266 (English) >>Joseph. AJ 10.269

Powered by PhiloLogic